ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶνεἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσινἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσωλάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειταδεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺςἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆανήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχοςἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημενοἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσινκουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειταΑἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι