καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδεἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκονἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκενοὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσανκαὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶνεἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσινἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσωλάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειταδεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺςἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆανήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχοςἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημενοἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσινκουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειταΑἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροιδαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχονθεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείηςἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοινηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοιἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρουςαὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺςπόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφινἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππωνχαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνοςφύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλημεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημαποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖναὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκακαὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππωνκαὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνινξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειραχρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθαΦοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντοἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιοψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλληφαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίωννηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαινανκύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιοἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃγαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδωνἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼναἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκεξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖοἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμονἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,