καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδεἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκονἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκενοὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσανκαὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶνεἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν