ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπωνεἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦαοὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπενἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωνταγιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνηκαὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδεἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκονἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκενοὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσανκαὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶνεἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσινἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσωλάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειταδεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺςἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆανήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχοςἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημενοἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσινκουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειταΑἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.