ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαιεἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντοπαῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπωνεἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦαοὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπενἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωνταγιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνηκαὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδεἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,