Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,
  • δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·
  • ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
  • οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
  • ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
  • ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
  • ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι
  • υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο
  • γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ
  • παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
  • Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
  • ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
  • ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
  • ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
  • εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο
  • παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
  • αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.
  • ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
  • εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα
  • οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν