τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπανταοὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοιυἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντογνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρπαλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμαΚάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναιὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαιεἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντοπαῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπωνεἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦαοὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπενἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωνταγιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνηκαὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδεἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκονἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκενοὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσανκαὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν