Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
  2. οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
  3. πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
  4. τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
  5. αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
  6. τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι
  7. ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,