Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
  2. ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες
  3. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  4. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  5. ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
  6. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  7. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  8. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  9. τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
  10. εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
  11. ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,