τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσαςἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴνἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶοἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληταινώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπεςκαί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦταιἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.