Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
  2. ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
  3. αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
  4. οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
  5. πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
  6. τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
  7. αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,