Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
  2. γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
  3. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
  4. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  5. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  6. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.
  7. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,
  8. οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
  9. ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
  10. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  11. ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
  12. οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος
  13. πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
  14. μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
  15. ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
  16. ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς
  17. ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια
  18. Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.