κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστωαὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιγίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου