Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,
  2. οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
  3. οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
  4. οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
  5. ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
  6. ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
  7. τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
  8. αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
  9. ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
  10. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  11. ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
  12. κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
  13. ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,