Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω
  2. πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον
  3. ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,
  4. οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
  5. οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
  6. οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
  7. ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
  8. ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
  9. τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
  10. αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
  11. ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
  12. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  13. ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
  14. κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
  15. ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
  16. ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
  17. αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·
  18. ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
  19. πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
  20. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
  21. γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
  22. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
  23. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  24. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  25. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.
  26. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,
  27. οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
  28. ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
  29. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  30. ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
  31. οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος
  32. πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
  33. μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
  34. ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
  35. ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς
  36. ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια
  37. Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.