Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
  • ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω
  • πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον
  • ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,
  • οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
  • οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
  • οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
  • ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
  • ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
  • τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
  • αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
  • ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.