Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
  • ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
  • ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
  • καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
  • ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.
  • αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.