ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼνἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆταιψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ