Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  2. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  3. καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
  4. οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
  5. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  6. ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
  7. ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;