Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
  2. ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον
  3. ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  4. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  5. καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
  6. οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
  7. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  8. ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
  9. ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
  10. φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.