Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
  2. ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι
  3. νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.
  4. αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
  5. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
  6. ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
  7. ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
  8. λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
  9. ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι
  10. φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·
  11. ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,
  12. αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
  13. αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ
  14. ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.
  15. ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα
  16. ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,
  17. σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·
  18. οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
  19. πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
  20. αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
  21. κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
  22. ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
  23. ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
  24. καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν
  25. ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
  26. πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·
  27. αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων
  28. λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
  29. πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·
  30. Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι
  31. τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
  32. Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
  33. καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα
  34. οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων