Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
  2. Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
  3. ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ
  4. ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
  5. αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
  6. ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι