Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν
  2. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
  3. δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
  4. εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
  5. ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
  6. τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.