Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
  2. πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
  3. σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
  4. κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
  5. εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
  6. καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
  7. νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
  8. ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
  9. πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
  10. ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
  11. ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε
  12. πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
  13. ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ
  14. κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
  15. ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,
  16. ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·
  17. ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν
  18. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
  19. δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
  20. εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
  21. ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
  22. τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.