Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·
  2. κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
  3. νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
  4. πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
  5. σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
  6. κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
  7. εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
  8. καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
  9. νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
  10. ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
  11. πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
  12. ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
  13. ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε
  14. πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
  15. ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ
  16. κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
  17. ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,
  18. ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·
  19. ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν
  20. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
  21. δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
  22. εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
  23. ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
  24. τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
  25. Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
  26. ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ
  27. ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
  28. αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
  29. ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι
  30. νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.
  31. αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
  32. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
  33. ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
  34. ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
  35. λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
  36. ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι
  37. φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·
  38. ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,
  39. αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
  40. αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ
  41. ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.
  42. ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα
  43. ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,
  44. σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·
  45. οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
  46. πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
  47. αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
  48. κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
  49. ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
  50. ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
  51. καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν
  52. ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
  53. πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·
  54. αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων
  55. λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
  56. πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·
  57. Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι
  58. τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
  59. Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
  60. καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα
  61. οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων
  62. πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
  63. οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
  64. κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
  65. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,
  66. πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  67. εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
  68. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·
  69. ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
  70. οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη
  71. πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
  72. ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
  73. οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
  74. ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
  75. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
  76. αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·
  77. ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.
  78. νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,