Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,
  2. τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
  3. τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·
  4. ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.
  5. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  6. αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
  7. δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·
  8. κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
  9. νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
  10. πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
  11. σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
  12. κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
  13. εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
  14. καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
  15. νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
  16. ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
  17. πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
  18. ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,