Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
  2. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
  3. νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν
  4. ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  5. αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,
  6. Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
  7. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  8. χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας
  9. ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.
  10. αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ
  11. παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.