Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
  2. κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν
  3. παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.
  4. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
  5. πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.