Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
  2. ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.
  3. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  4. τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
  5. ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
  6. πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
  7. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  8. μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
  9. αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
  10. κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος