Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
  2. ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
  3. πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
  4. ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
  5. ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
  6. Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
  7. ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
  8. ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.
  9. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  10. τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
  11. ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
  12. πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
  13. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  14. μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
  15. αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
  16. κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος
  17. ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
  18. ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
  19. ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
  20. ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
  21. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  22. ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
  23. κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
  24. ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
  25. πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
  26. κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·
  27. ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
  28. ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
  29. ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,
  30. ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
  31. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
  32. τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
  33. ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.
  1. αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
  2. χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη
  3. πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα
  4. κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
  5. τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ
  6. ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
  7. καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης
  8. αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
  9. νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
  10. ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·
  11. σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
  12. πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·
  13. ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
  14. πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ
  15. πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
  16. θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,
  17. πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
  18. ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
  19. αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
  20. οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
  21. πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
  22. τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
  23. αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
  24. τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι
  25. ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,
  26. οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
  27. σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
  28. ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
  29. ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
  30. οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
  31. ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
  32. ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·
  33. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
  34. ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
  35. τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
  36. πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·
  37. ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
  38. ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
  39. καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
  40. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
  41. ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
  42. ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
  43. πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  44. εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  45. ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,
  46. σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,