Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
  • κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
  • ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
  • ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
  • κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
  • ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
  • σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
  • αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  • ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
  • παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
  • δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται