ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐωαἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδαςἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφοςἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃςσῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται