Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
  • ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
  • αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
  • ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  • ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
  • κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
  • ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
  • ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
  • κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
  • ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
  • σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.