Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  2. καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
  3. ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
  4. αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
  5. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  6. ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·