Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
  2. αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
  3. καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
  4. σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
  5. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  6. καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
  7. ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
  8. αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας