Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  2. ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  3. φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
  4. εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
  5. ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
  6. πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
  7. οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
  8. αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
  9. καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
  10. σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
  11. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  12. καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
  13. ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
  14. αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
  15. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  16. ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
  17. κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
  18. ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
  19. ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
  20. κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
  21. ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
  22. σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
  23. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  24. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
  25. παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
  26. δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
  27. πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
  28. ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
  29. πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
  30. ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
  31. ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
  32. Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
  33. ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
  34. ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.