Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·
  2. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  3. πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·
  4. ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
  5. πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
  6. ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
  7. νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.