Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
  2. Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·
  3. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  4. πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·
  5. ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
  6. πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
  7. ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
  8. νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.