Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
  2. αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
  3. αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
  4. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  5. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  6. ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
  7. θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
  8. αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  9. ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
  10. μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
  11. ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
  12. εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
  13. καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
  14. Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
  15. τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης
  16. φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
  17. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
  18. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  19. φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
  20. οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
  21. μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
  22. ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
  23. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
  24. ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
  25. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  26. ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  27. φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
  28. εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
  29. ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
  30. πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
  31. οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
  32. αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
  33. καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
  34. σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
  35. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  36. καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
  37. ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
  38. αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
  39. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  40. ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
  41. κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
  42. ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
  43. ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
  44. κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
  45. ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
  46. σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
  47. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  48. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
  49. παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
  50. δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
  51. πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
  52. ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ