Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
  2. χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
  3. αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
  4. νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
  5. ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
  6. χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
  7. αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
  8. αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
  9. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  10. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  11. ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο