Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
  2. ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
  3. τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
  4. ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
  5. τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
  6. ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
  7. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
  8. χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
  9. αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
  10. νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
  11. ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
  12. χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
  13. αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
  14. αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
  15. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  16. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  17. ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
  18. θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
  19. αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  20. ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
  21. μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
  22. ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
  23. εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
  24. καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
  25. Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
  26. τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης
  27. φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
  28. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
  29. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  30. φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
  31. οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
  32. μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
  33. ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
  34. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
  35. ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
  36. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  37. ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  38. φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
  39. εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
  40. ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
  41. πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
  42. οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
  43. αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
  44. καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
  45. σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
  46. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  47. καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
  48. ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω