Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·
  2. ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
  3. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
  4. Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·
  5. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  6. πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·
  7. ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
  8. πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
  9. ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
  10. νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
  11. ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
  12. κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν
  13. παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.
  14. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
  15. πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
  16. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
  17. Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
  18. πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ
  19. τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
  20. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
  21. νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν
  22. ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,