φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαιπατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰςἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.