Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
  • ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
  • φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  • αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ
  • ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
  • ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
  • πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
  • χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
  • ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
  • Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
  • ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
  • ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,