Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
  2. ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην
  3. γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
  4. ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—
  5. εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
  6. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  7. αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·