ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησανηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳθάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐωἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην