ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφωκέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντωνβουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσιμήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνωςΠαλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνωχρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσικήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ