Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
- μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
- ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
- κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
- βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
- μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
- Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
- ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
- καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
- νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
- χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
- ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
- εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
- κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
- μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
- πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
- πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
- καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
- τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,
- ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
- αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
- βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
- οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα
- νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
- ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
- ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
- πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
- θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
- νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
- ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην
- γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
- ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—
- εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
- αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
- τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
- οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
- ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
- ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·
- σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
- πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
- ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
- φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
- αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ
- ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
- ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
- πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
- χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
- ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
- Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
- ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
- ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
- ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
- τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
- ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
- τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
- ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
- γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
- χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
- αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
- νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
- ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
- χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
- αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
- αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
- τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
- θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
- ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
- θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
- αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
- ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
- μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
- ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
- εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
- καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
- Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
- τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης
- φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
- τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
- φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
- οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
- μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
- ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
- πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
- ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
- φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
- εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
- ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
- πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
- οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
- αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
- καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
- σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
- καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
- ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
- αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
- ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
- ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
- κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
- ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
- ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
- κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
- ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
- σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
- αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
- ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
- παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
- δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
- πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
- ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
- πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
- ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
- ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
- Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
- ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
- ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
- ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
- πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
- τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
- μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
- αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
- κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος
- ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
- ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
- ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
- ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
- ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
- ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
- κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
- ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
- πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
- κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·
- ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
- ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
- ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,
- ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
- πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
- τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
- ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.
- αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
- χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη
- πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα
- κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
- τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ
- ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
- καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης
- αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
- νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
- ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·
- σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
- πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·
- ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
- πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ
- πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
- θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,
- πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
- ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
- αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
- οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
- πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
- τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
- αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
- τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι
- ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,
- οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
- σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
- ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
- ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
- οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
- ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
- ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·
- ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
- ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
- τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
- πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·
- ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
- ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
- καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
- ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
- ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
- ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
- πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
- εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
- ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,
- σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
- εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.
- ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,
- εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,
- ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
- αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς
- ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι
- ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.
- τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
- ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι,
- ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
- ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε
- γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν
- αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες
- οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
- ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
- οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
- οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,
- ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,
- ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.
- τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα·
- ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
- πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·
- καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
- Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
- ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
- βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
- ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
- εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.
- ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ
- θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·
- ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
- αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
- ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
- χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
- οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.
- οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
- ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.
- καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης
- ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
- πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
- καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
- οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,
- κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως
- μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι
- κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.
- ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
- οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·
- οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
- ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση
- ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης
- οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν
- ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
- δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,
- τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν
- βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
- ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα
- ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.
- τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,
- ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
- αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
- καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
- ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον
- ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
- αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
- καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
- οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
- ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
- φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
- εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
- Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
- εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
- ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
- ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
- ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
- ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
- ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
- ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
- ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
- καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
- ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.
- αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
- εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
- τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ
- ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
- ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ
- κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
- ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω
- πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον
- ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,
- οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
- οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
- οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
- ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
- ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
- τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
- αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
- ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
- τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
- ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
- κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
- ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
- ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
- αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·
- ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
- πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
- ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
- γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
- ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
- ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
- ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
- τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.
- τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,
- οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
- ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
- ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
- οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος
- πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
- μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
- ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
- ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς
- ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια
- Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.
- νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,
- Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
- καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα
- πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,
- τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
- ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
- ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ
- οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται
- νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
- ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ
- ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
- ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες
- καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
- τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
- ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
- ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
- οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
- τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
- εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
- ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,
- δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·
- ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
- οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
- ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
- ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
- ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι
- υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο
- γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ
- παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
- Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
- ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
- ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
- ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
- εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο
- παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
- αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.
- ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
- εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα
- οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν
- ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα
- γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
- ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη
- καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε
- ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,
- οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
- ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
- ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.
- τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν
- οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,
- ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
- καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
- λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
- αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·
- ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
- πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
- εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
- ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
- τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω
- λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα
- δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
- ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
- ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,
- δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
- νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος
- ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.
- ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,
- τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
- οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.
- αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·
- μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
- κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα
- Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
- νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
- ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.
- ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
- δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
- θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
- ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
- ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
- ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι
- νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι
- ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
- πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,
- στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
- ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
- αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
- ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·
- οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
- αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
- πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
- αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
- οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
- ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
- χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
- φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
- μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
- ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
- τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
- αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
- ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
- αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—
- αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
- καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·
- αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
- καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,
- ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
- ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
- ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—
- ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν
- ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
- ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα
- χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.
- ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
- δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
- τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·
- ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα
- Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.
- ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
- ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
- ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
- ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
- ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
- κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
- τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.
- ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,
- μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.
- ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
- φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,
- δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
- νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
- Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·
- ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
- ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.
- οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
- κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.
- αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,
- ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
- ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
- τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
- ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
- γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
- ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
- ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
- αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
- χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·
- ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
- ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε
- ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,
- καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,
- χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
- καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·
- τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
- τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
- ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
- ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον
- ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
- ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
- νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
- οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
- ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
- ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
- ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
- ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
- ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
- ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
- αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
- ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,
- ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
- ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·
- ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.
- ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
- ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες
- ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
- αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
- ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,
- ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
- στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι
- νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.
- ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
- κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
- φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
- μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
- νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ
- ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
- ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
- ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
- ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.
- ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις
- εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα
- μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς
- νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι
- πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
- ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
- τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
- ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω
- νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
- αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε
- ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
- ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
- ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
- ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
- ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
- ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
- ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
- ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
- ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.
- φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι
- νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
- καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
- πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
- καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
- μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
- οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,
- ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
- ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
- οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
- ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε
- μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
- εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,
- ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
- Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
- εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
- δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
- ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
- τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
- ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε
- εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,
- ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
- αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·
- πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
- νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
- εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
- τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
- κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
- αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·
- ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
- τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν
- δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·
- ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
- ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
- οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
- τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης
- λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
- ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
- ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
- νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
- κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·
- τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·
- αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,
- πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
- καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
- μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
- ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
- βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης
- ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
- καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·
- τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
- θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·
- νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
- ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·
- καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·
- αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
- ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.
- τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
- ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
- οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,
- ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.
- ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
- σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
- ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.
- σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
- αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
- νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·
- πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
- οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον
- σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
- νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς
- πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
- τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
- εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων
- ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
- κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
- εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
- ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι
- καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,
- καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.
- ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
- εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
- ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
- ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
- τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
- ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
- ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
- ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
- κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
- πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,
- ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
- ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
- εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·
- αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
- ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
- ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
- ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
- καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
- ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
- οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
- δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων
- οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.
- ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ,
- οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·
- φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·
- σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.
- ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·
- κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
- λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη
- εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,
- εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.
- ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,
- καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
- βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου
- κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
- ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
- δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
- ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·
- νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.
- τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
- ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
- οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·
- τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
- ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
- νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
- οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
- ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.
- αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
- αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
- πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.
- ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς
- εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.
- ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
- πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς,
- ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
- ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ αὐτὸν
- ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ
- ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,
- ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,
- ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
- πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,
- ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,
- ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,
- εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
- βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
- πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.
- ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
- ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
- νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
- εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
- εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
- ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·
- Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ
- νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
- ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
- Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,
- κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
- οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι
- κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
- ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
- πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
- ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
- Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας
- μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·
- μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
- οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·
- κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,
- παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
- οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
- ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
- δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,
- εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
- ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.
- μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
- ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
- ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
- ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει
- ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
- ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,
- νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν
- ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
- αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,
- νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
- αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
- ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
- ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω
- ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
- οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
- ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
- αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν
- λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·
- ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους
- ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.
- τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
- Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο
- νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.
- ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ
- ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,
- καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
- τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα
- ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
- ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
- ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
- ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
- τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,
- σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
- δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις
- ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
- Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
- Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
- ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·
- ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
- Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω
- ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
- ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,
- ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.
- ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι
- ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
- χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
- ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω
- καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ
- δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
- ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,
- δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.
- εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,
- ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
- ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας
- αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,
- ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,
- ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
- βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν
- οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·
- μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,
- ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.
- αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
- αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
- δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
- ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
- ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·
- τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
- ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
- αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
- οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.
- ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,
- Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
- υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν
- ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,
- ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
- τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,
- ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
- ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
- βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
- Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·
- Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
- ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
- δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
- δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
- δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
- ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
- ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
- Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
- κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
- ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
- ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν
- θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
- ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
- πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
- μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
- σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ
- κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο
- οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
- ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.
- καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
- δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·
- τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
- ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
- χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
- καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
- νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
- σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·
- εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
- πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·
- οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.
- οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
- ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
- ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
- τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
- οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
- ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
- στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·
- χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
- εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
- ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,
- πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
- νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,
- εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
- ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
- ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
- αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
- ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο
- ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
- δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες
- γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
- τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·
- φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
- ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
- ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,
- ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
- τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·
- κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
- ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
- ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ
- ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,
- ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
- οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
- οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
- τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·
- τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
- ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα
- ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
- οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
- δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
- ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
- υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
- ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
- ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
- μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.
- αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·
- καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·
- Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
- μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι
- ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·
- ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
- μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,
- μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ
- ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
- ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,
- ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
- ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
- στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
- νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,
- ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·
- καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
- σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,
- πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
- εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
- οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
- ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι
- ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.
- ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
- ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.
- Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·
- ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,
- αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
- αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
- ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ
- νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
- τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,
- μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
- ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,
- ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·
- δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων
- Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
- ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν
- εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο
- δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων
- εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
- τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
- ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
- ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
- ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
- ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,
- Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
- ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν
- ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,
- γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.
- Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,
- αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,
- ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων
- παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,
- ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
- τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.
- Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·
- ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς
- κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·
- αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων
- θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·
- ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,
- ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.
- τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν,
- ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν
- σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
- λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα
- σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
- εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·
- τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
- ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,
- εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.
- τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν
- ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.
- τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
- οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς
- ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
- Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.
- τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
- φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.
- ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,
- μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,
- ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.
- ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,
- καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·
- ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
- ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ
- εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
- Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
- ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.
- ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
- στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
- ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.
- τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
- λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα
- νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
- βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
- δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
- ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ
- ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
- ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,
- ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.
- τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
- δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
- ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι
- αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·
- κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·
- ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
- πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
- ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον
- ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
- πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
- καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο
- ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,
- καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
- εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.
- αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.
- ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
- Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
- ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
- δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
- πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
- δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
- οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
- τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·
- ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα
- ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.
- εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
- τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
- οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
- ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
- αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
- οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι
- σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.
- ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
- οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
- αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
- κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
- πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
- αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
- ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.
- πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·
- ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν
- ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
- νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,
- εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο
- πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,
- ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,
- ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.
- τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
- τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
- Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ
- θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·
- ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
- κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα
- ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.
- ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
- λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
- ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.
- ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,
- τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,
- οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,
- θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·
- τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.
- αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,
- τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,
- αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη
- καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα
- ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.
- νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ
- ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·
- τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.
- ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι
- οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,
- ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν
- ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
- καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι
- ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,
- πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
- ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
- ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
- ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν
- ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν
- τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
- τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
- ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
- σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον
- ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,
- ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,
- πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.
- τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,
- εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι
- δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.
- νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε
- κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,
- μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
- ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.
- τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
- νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,
- Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,
- οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,
- εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.
- πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη
- νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·
- ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,
- ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν
- οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.
- ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·
- τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,
- Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.
- ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,
- τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.
- ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,
- καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·
- τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
- πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ
- εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει
- θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
- εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·
- ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·
- ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,
- κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·
- ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες
- ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες
- τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
- τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·
- ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,
- ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ
- αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.
- τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
- εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,
- ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.
- αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
- τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
- σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν
- ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,
- ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι
- ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ
- δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.
- ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.
- ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,
- ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·
- οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·
- καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.
- παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,
- κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·
- τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον
- ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.
- ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,
- οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες
- ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.
- ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,
- καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.
- ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς
- χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.
- τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ
- χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,
- ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.
- ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,
- ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.
- εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας
- ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.
- οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,
- ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ
- ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.
- δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·
- ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,
- ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.
- οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
- νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.
- ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·
- ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
- τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα,
- ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ.
- καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι
- ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·
- τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,
- ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.
- οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.
- τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·
- Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας
- ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.
- ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε
- Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας
- ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
- ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε
- πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·
- αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου
- Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν
- καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·
- ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·
- ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
- δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
- ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,
- αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·
- ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.
- ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,
- δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.
- τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
- πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι
- ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;
- ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην
- ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ
- χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ
- ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ
- φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.
- ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,
- Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,
- τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·
- καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
- μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.
- ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,
- εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.
- ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
- κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι
- τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
- μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
- τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
- ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις
- ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.
- ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο
- ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
- τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
- ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
- ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·
- Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα
- πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·
- καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
- ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
- τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·
- Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,
- τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.
- ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους
- αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
- οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
- Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
- εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
- νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
- οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε
- Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
- τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,
- ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
- ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,
- τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
- ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,
- ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·
- Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
- οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
- σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.
- αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
- Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος
- ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
- ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.
- οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
- ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,
- ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,
- κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,
- κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
- χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
- ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ
- ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
- μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,
- ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
- πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·
- καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
- ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
- ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
- ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ
- τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
- οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,
- ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,
- ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω,
- ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,
- ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη
- ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ
- χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.
- τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
- καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
- σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ
- φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
- ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·
- αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
- τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·
- Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·
- ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
- σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.
- ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης.
- χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·
- ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
- τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
- ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
- σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,
- ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·
- αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
- οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·
- ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ ναῦται
- ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
- οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
- τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
- ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
- φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι
- πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
- νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς
- ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·
- ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
- πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
- αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
- ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·
- μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
- ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
- εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
- ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
- μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
- ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
- ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
- δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
- πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
- εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·
- εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
- ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
- κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι
- ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
- μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.
- πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
- ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
- τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
- ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
- ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
- οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
- ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
- εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
- ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
- ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
- μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
- αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,
- ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·
- αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
- εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
- ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
- εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,
- βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
- τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
- ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
- ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
- καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας
- μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
- οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
- οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ
- μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
- ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·
- μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,
- μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς
- μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.
- τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.
- ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
- Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
- ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
- τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
- ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
- ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
- οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
- ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
- ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ
- εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.
- αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,
- οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν
- πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.
- τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
- γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
- ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
- δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων
- ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ
- πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·
- αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,
- οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,
- οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε
- ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·
- εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,
- πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
- ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς
- πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν
- ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
- κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.
- ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ πέδιλα,
- δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην
- λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,
- ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ
- καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.
- στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·
- οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,
- οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,
- ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο
- κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.
- ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,
- ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
- στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.
- ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
- ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε
- ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ
- δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.
- ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
- φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
- θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.
- ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,
- κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
- ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς
- ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,
- ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,
- ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.
- ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·
- ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
- ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων
- τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
- οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;
- ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
- πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
- ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
- δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.
- Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,
- ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
- οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
- θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
- οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
- ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
- ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
- ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·
- νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
- οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·
- οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
- ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,
- ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
- αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
- ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
- ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε
- ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.
- ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
- ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
- ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ
- ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
- ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
- κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
- φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
- ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
- ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
- καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
- εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
- ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
- ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
- οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
- τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
- τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
- Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
- ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·
- καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
- κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
- χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.
- καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·
- νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
- ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
- ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
- ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
- καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
- φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι
- μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
- χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·
- ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη
- ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
- μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,
- ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.
- ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
- κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
- ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,
- ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
- ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
- καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
- καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
- τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
- μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
- ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,
- φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
- τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
- τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
- καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
- ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,
- ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις
- ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
- τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
- οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
- φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
- ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
- ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν
- οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
- αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
- πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
- εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
- τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
- ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
- ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.
- ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
- μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
- πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,
- νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας
- ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
- ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
- πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
- παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
- ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
- οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
- ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
- πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
- μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
- ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
- καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
- νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
- καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
- ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα
- Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
- μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
- μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
- μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,
- ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·
- καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
- ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
- ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.
- τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
- ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,
- γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·
- ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
- ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.
- δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
- ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι
- χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.
- ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
- αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
- ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
- ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,
- εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
- ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
- οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
- νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
- τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
- αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
- αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
- ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
- οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει
- ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ
- ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
- τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
- τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.
- ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,
- κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·
- ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
- Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς
- πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
- αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
- βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.
- μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,
- ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
- αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
- τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
- ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται
- Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
- ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,
- ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
- κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
- οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,
- στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
- ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
- ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·
- μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
- ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
- νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.
- ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
- αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
- τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
- αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
- εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
- τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
- ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
- ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας
- αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
- οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ
- νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
- Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
- αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
- ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
- Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω
- τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
- αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
- λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.
- ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
- εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
- ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς
- οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·
- οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·
- μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
- γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·
- ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος
- ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,
- δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε
- κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.
- εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε
- αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
- μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν
- ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος