Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
  2. μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
  3. ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
  4. κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
  5. βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
  6. μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
  7. Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
  8. ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
  9. καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
  10. νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
  11. χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
  12. ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
  13. εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
  14. κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
  15. μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
  16. πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
  17. πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
  18. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  19. ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
  20. καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
  21. τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,
  22. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  23. αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
  24. βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
  25. οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα
  26. νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
  27. ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
  28. ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
  29. πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
  30. θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
  31. νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
  32. ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην
  33. γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
  34. ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—
  35. εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
  36. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  37. αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
  38. τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
  39. οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
  40. ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  41. ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·
  42. σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
  43. πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
  44. ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
  45. φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  46. αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ
  47. ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
  48. ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
  49. πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
  50. χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
  51. ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
  52. Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
  53. ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
  54. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
  55. ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
  56. τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
  57. ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
  58. τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
  59. ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
  60. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
  61. χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
  62. αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
  63. νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
  64. ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
  65. χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
  66. αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
  67. αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
  68. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  69. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  70. ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
  71. θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
  72. αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  73. ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
  74. μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
  75. ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
  76. εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
  77. καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
  78. Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
  79. τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης
  80. φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
  81. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
  82. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  83. φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
  84. οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
  85. μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
  86. ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
  87. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
  88. ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
  89. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  90. ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  91. φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
  92. εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
  93. ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
  94. πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
  95. οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
  96. αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
  97. καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
  98. σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
  99. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  100. καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
  101. ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
  102. αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
  103. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  104. ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
  105. κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
  106. ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
  107. ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
  108. κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
  109. ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
  110. σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
  111. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  112. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
  113. παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
  114. δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
  115. πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
  116. ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
  117. πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
  118. ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
  119. ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
  120. Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
  121. ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
  122. ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.
  123. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  124. τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
  125. ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
  126. πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
  127. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  128. μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
  129. αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
  130. κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος
  131. ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
  132. ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
  133. ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
  134. ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
  135. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  136. ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
  137. κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
  138. ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
  139. πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
  140. κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·
  141. ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
  142. ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
  143. ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,
  144. ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
  145. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
  146. τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
  147. ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.
  1. αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
  2. χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη
  3. πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα
  4. κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
  5. τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ
  6. ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
  7. καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης
  8. αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
  9. νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
  10. ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·
  11. σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
  12. πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·
  13. ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
  14. πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ
  15. πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
  16. θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,
  17. πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
  18. ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
  19. αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
  20. οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
  21. πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
  22. τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
  23. αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
  24. τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι
  25. ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,
  26. οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
  27. σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
  28. ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
  29. ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
  30. οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
  31. ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
  32. ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·
  33. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
  34. ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
  35. τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
  36. πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·
  37. ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
  38. ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
  39. καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
  40. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
  41. ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
  42. ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
  43. πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  44. εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  45. ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,
  46. σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
  47. εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.
  48. ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,
  49. εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,
  50. ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
  51. αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς
  52. ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  53. Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι
  54. ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.
  55. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  56. ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι,
  57. ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
  58. ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε
  59. γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν
  60. αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες
  61. οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
  62. ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
  63. οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
  64. οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,
  65. ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,
  66. ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.
  67. τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα·
  68. ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
  69. πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·
  70. καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
  71. Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
  72. ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
  73. βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
  74. ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
  75. εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.
  76. ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ
  77. θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·
  78. ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
  79. αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
  80. ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
  81. χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
  82. οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.
  83. οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
  84. ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.
  85. καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης
  86. ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
  87. πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
  88. καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
  89. οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,
  90. κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως
  91. μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι
  92. κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.
  93. ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
  94. οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·
  95. οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
  96. ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση
  97. ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης
  98. οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν
  99. ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
  100. δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,
  101. τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν
  102. βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
  103. ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα
  104. ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.
  105. τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,
  106. ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
  107. αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
  108. καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
  109. ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον
  110. ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  111. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  112. καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
  113. οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
  114. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  115. ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
  116. ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
  117. φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
  118. εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
  119. Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  120. εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.
  121. τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
  122. ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  123. ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
  124. ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
  125. ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
  126. ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
  127. ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
  128. ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
  129. καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
  130. ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.
  131. αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
  132. εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
  133. τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ
  134. ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
  135. ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ
  136. κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
  137. ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω
  138. πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον
  139. ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,
  140. οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
  141. οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
  142. οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
  143. ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
  144. ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
  145. τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
  146. αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
  147. ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
  148. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  149. ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
  150. κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
  151. ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
  152. ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
  153. αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·
  154. ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
  155. πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
  156. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
  157. γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
  158. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
  159. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  160. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  161. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.
  162. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,
  163. οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
  164. ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
  165. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  166. ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
  167. οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος
  168. πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
  169. μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
  170. ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
  171. ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς
  172. ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια
  173. Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.
  174. νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,
  175. Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
  176. καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα
  177. πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,
  178. τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
  179. ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  180. ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ
  181. οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται
  182. νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
  183. ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ
  184. ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
  185. ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες
  186. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  187. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  188. ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
  189. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  190. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  191. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  192. τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
  193. εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
  194. ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,
  195. δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·
  196. ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
  197. οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
  198. ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
  199. ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
  200. ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι
  201. υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο
  202. γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ
  203. παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
  204. Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
  205. ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
  206. ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
  207. ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
  208. εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο
  209. παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
  210. αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.
  211. ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
  212. εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα
  213. οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν
  214. ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα
  215. γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
  216. ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη
  217. καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε
  218. ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,
  219. οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
  220. ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
  221. ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.
  222. τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν
  223. οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,
  224. ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
  225. καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
  226. λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
  227. αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·
  228. ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
  229. πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
  230. εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
  231. ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
  232. τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω
  233. λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα
  234. δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
  235. ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
  236. ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,
  237. δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
  238. νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος
  239. ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.
  240. ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,
  241. τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
  242. οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.
  243. αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·
  244. μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
  245. κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα
  246. Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
  247. νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
  248. ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.
  249. ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
  250. δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
  251. θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
  252. ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
  253. ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
  254. ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι
  255. νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι
  256. ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
  257. πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,
  258. στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
  259. ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
  260. αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
  261. ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·
  262. οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
  263. αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
  264. πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
  265. αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
  266. οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
  267. ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
  268. χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
  269. φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
  270. μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
  271. ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
  272. τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
  273. αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
  274. ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
  275. αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—
  276. αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
  277. καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·
  278. αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
  279. καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,
  280. ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
  281. ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
  282. ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—
  283. ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν
  284. ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
  285. ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα
  286. χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.
  287. ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
  288. δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
  289. τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·
  290. ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα
  291. Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.
  292. ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
  293. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
  294. ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
  295. ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
  296. ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
  297. κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
  298. τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.
  299. ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,
  300. μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.
  301. ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
  302. φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,
  303. δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
  304. νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
  305. Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·
  306. ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
  307. ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.
  308. οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
  309. κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.
  310. αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,
  311. ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
  312. ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
  313. τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
  314. ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
  315. γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
  316. ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
  317. ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
  318. αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
  319. χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·
  320. ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
  321. ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε
  322. ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,
  323. καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,
  324. χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
  325. καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·
  326. τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
  327. τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
  328. ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
  329. ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον
  330. ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
  331. ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
  332. νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
  333. οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
  334. ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
  335. ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
  336. ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
  337. ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
  338. ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
  339. ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
  340. αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
  341. ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,
  342. ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
  343. ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·
  344. ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.
  345. ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
  346. ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες
  347. ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
  348. αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
  349. ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,
  350. ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
  351. στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι
  352. νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.
  353. ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
  354. κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
  355. φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
  356. μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
  357. νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ
  358. ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
  359. ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
  360. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  361. ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
  362. ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.
  363. ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις
  364. εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα
  365. μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς
  366. νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι
  367. πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
  368. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
  369. τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  370. ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω
  371. νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
  372. αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε
  373. ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
  374. ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
  375. ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
  376. ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
  377. ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
  378. ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
  379. ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
  380. ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
  381. ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.
  382. φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι
  383. νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
  384. καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
  385. πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
  386. καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
  387. μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
  388. οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,
  389. ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.
  390. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  391. ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
  392. οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
  393. ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε
  394. μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
  395. εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,
  396. ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
  397. Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
  398. εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
  399. δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
  400. ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
  401. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
  402. ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε
  403. εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,
  404. ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
  405. αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·
  406. πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
  407. νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
  408. εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
  409. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  410. ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
  411. τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
  412. κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
  413. αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·
  414. ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
  415. τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν
  416. δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·
  417. ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
  418. ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
  419. οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
  420. τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης
  421. λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  422. ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
  423. ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
  424. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  425. κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·
  426. τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·
  427. αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,
  428. πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
  429. καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
  430. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  431. ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
  432. βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης
  433. ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
  434. καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·
  435. τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
  436. θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·
  437. νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
  438. ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·
  439. καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  440. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
  441. ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.
  442. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  443. ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
  444. οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,
  445. ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.
  446. ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
  447. σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
  448. ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.
  449. σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
  450. αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
  451. νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·
  452. πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
  453. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  454. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  455. σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον
  456. σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
  457. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς
  458. πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
  459. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
  460. εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων
  461. ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
  462. κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
  463. εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
  464. ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι
  465. καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,
  466. καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.
  467. ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
  468. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
  469. ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
  470. ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
  471. τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
  472. ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
  473. ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
  474. ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
  475. κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
  476. πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,
  477. ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
  478. ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
  479. εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·
  480. αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
  481. ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
  482. ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
  483. ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
  484. καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
  485. ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·
  486. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  487. οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
  488. δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων
  489. οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.
  490. ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ,
  491. οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·
  492. φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·
  493. σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.
  494. ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·
  495. κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
  496. λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη
  497. εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,
  498. εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.
  499. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,
  500. καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
  501. βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου
  502. κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
  503. ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
  504. δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
  505. ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·
  506. νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.
  507. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  508. ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
  509. οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·
  510. τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  511. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
  512. νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
  513. οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
  514. ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.
  515. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
  516. αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
  517. πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.
  518. ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς
  519. εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.
  520. ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
  521. πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς,
  522. ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
  523. ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ αὐτὸν
  524. ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ
  525. ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,
  526. ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,
  527. ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
  528. πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,
  529. ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,
  530. ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,
  531. εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
  532. βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
  533. πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.
  1. ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
  2. ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
  3. νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
  4. εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
  5. εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
  6. ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·
  7. Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ
  8. νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
  9. ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  10. Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,
  11. κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
  12. οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι
  13. κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
  14. ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
  15. πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
  16. ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
  17. Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας
  18. μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·
  19. μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
  20. οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·
  21. κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,
  22. παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
  23. οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
  24. ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
  25. δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,
  26. εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
  27. ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.
  28. μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
  29. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
  30. ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  31. ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει
  32. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  33. ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,
  34. νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν
  35. ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
  36. αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,
  37. νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
  38. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  39. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
  40. ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω
  41. ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
  42. οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
  43. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
  44. αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν
  45. λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·
  46. ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους
  47. ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.
  48. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
  49. Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο
  50. νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.
  51. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ
  52. ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,
  53. καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
  54. τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα
  55. ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
  56. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  57. ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
  58. ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
  59. τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,
  60. σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
  61. δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις
  62. ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
  63. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
  64. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  65. ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·
  66. ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.
  67. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
  68. Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω
  69. ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
  70. ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,
  71. ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.
  72. ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι
  73. ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
  74. χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
  75. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω
  76. καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ
  77. δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
  78. ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,
  79. δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.
  80. εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,
  81. ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
  82. ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας
  83. αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,
  84. ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,
  85. ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.
  86. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  87. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  88. βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν
  89. οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·
  90. μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,
  91. ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.
  92. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
  93. αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
  94. δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
  95. ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
  96. ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·
  97. τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
  98. ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
  99. αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
  100. οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.
  101. ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,
  102. Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
  103. υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν
  104. ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,
  105. ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
  106. τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,
  107. ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
  108. ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
  109. βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
  110. Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·
  111. Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
  112. ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
  113. δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
  114. δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
  115. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  116. ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  117. ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  118. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  119. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  120. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
  121. ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν
  122. θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
  123. ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
  124. πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  125. δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
  126. μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
  127. σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ
  128. κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο
  129. οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  130. ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.
  131. καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
  132. δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·
  133. τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
  134. ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
  135. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  136. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  137. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  138. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·
  139. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
  140. πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·
  141. οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.
  142. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  143. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  144. δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
  145. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
  146. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
  147. τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
  148. οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
  149. ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
  150. στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·
  151. χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
  152. εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
  153. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  154. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  155. καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,
  156. πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
  157. νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,
  158. εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
  159. ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
  160. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
  161. αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
  162. ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο
  163. ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
  164. δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες
  165. γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
  166. τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·
  167. φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  168. ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
  169. ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,
  170. ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
  171. τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·
  172. κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
  173. ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
  174. ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ
  175. ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,
  176. ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  177. οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
  178. οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
  179. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  180. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·
  181. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
  182. ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα
  183. ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
  184. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  185. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  186. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  187. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  188. ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  189. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  190. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
  191. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  192. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.
  193. αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·
  194. καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·
  195. Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
  196. μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι
  197. ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·
  198. ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
  199. μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,
  200. μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ
  201. ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
  202. ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,
  203. ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
  204. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
  205. στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
  206. νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,
  207. ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·
  208. καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
  209. σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,
  210. πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
  211. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  212. οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
  213. ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι
  214. ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.
  215. ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
  216. ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.
  217. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·
  218. ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,
  219. αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
  220. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  221. αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
  222. ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ
  223. νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
  224. τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,
  225. μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
  226. ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,
  227. ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·
  228. δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων
  229. Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
  230. ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν
  231. εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο
  232. δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων
  233. εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
  234. τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
  235. ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
  236. ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
  237. ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
  238. ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,
  239. Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
  240. ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν
  241. ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,
  242. γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.
  243. Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,
  244. αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,
  245. ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων
  246. παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,
  247. ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
  248. τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.
  249. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·
  250. ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς
  251. κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·
  252. αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων
  253. θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·
  254. ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,
  255. ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.
  256. τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν,
  257. ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν
  258. σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,
  259. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  260. ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
  261. λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα
  262. σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
  263. εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·
  264. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  265. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  266. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  267. ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,
  268. εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.
  269. τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν
  270. ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.
  271. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  272. οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς
  273. ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
  274. Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.
  275. τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
  276. φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.
  277. ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,
  278. μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.
  279. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  280. οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,
  281. ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.
  282. ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,
  283. καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·
  284. ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
  285. ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ
  286. εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
  287. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
  288. ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.
  289. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
  290. στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
  291. ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.
  292. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
  293. λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα
  294. νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
  295. βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
  296. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  297. ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ
  298. ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
  299. ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,
  300. ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.
  301. τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  302. δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
  303. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  304. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
  305. ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι
  306. αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·
  307. κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·
  308. ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
  309. πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
  310. ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον
  311. ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
  312. πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
  313. καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο
  314. ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,
  315. καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
  316. εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.
  317. αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.
  318. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  319. Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
  320. ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
  321. δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
  322. πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
  323. δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
  324. οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
  325. τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·
  326. ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα
  327. ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.
  328. εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
  329. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  330. οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
  331. ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
  332. αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
  333. οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι
  334. σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.
  335. ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
  336. οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
  337. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
  338. κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
  339. πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.
  340. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  341. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
  342. ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.
  343. πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·
  344. ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν
  345. ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
  346. νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,
  347. εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο
  348. πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,
  349. ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,
  350. ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.
  351. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  352. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  353. Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ
  354. θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·
  355. ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
  356. κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα
  357. ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.
  358. ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
  359. λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
  360. ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.
  361. ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,
  362. τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,
  363. οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,
  364. θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·
  365. τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.
  366. αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,
  367. τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,
  368. αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη
  369. καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα
  370. ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.
  371. νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ
  372. ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·
  373. τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.
  374. ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι
  375. οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,
  376. ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν
  377. ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
  378. καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι
  379. ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.
  380. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  381. ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,
  382. πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
  383. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  384. ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
  385. ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
  386. ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν
  387. ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν
  388. τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
  389. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  390. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
  391. σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον
  392. ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,
  393. ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,
  394. πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.
  395. τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,
  396. εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι
  397. δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.
  398. νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε
  399. κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,
  400. μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
  401. ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.
  402. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  403. νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,
  404. Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,