Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,
  • οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
  • μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
  • ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
  • κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
  • βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
  • μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
  • Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
  • ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
  • καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
  • νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
  • χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
  • ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
  • εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
  • κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
  • μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
  • πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
  • πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.